Gospel Reading
Document Actions
Saturday after Nativity
Κατὰ Ματθαῖον 12.15-21
Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας,καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν ποιήσωσιν αὐτόν,ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ ῾Ησαΐου τοῦ προφήτου λέγοντος· ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα,ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου·θήσω τὸ πνεῦμά μου ἐπ᾿ αὐτόν,καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ· οὐκ ἐρίσει οὐδὲ κραυγάσει,οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. κάλαμον συντετριμμένον οὐ κατεάξεικαὶ λίνον τυφόμενον οὐ σβέσει,ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν· καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι.
Daily Readings via Email
Would you like to receive these daily readings via email? Sign up here.

