Skip to content. Skip to navigation
Personal tools

Old Testament Reading

Document Actions

Παροιμίαι 23:15-24:5

Υἱέ, ἐὰν σοφὴ γένηταί σου ἡ καρδία, εὐφρανεῖς καὶ τὴν ἐμὴν καρδίαν, καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη, ἐὰν ὀρθὰ ὦσι. μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς, ἀλλὰ ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν· ἐὰν γὰρ τηρήσῃς αὐτά, ἔσται σοι ἔκγονα, ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται. ἄκουε, υἱέ, καὶ σοφὸς γίνου, καὶ κατεύθυνε ἐννοίας σῆς καρδίας· μὴ ἴσθι οἰνοπότης, μηδὲ ἐκτείνου συμβουλαῖς κρεῶν τε ἀγορασμοῖς· πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει, καὶ ἐνδύσεται διερρηγμένα καὶ ρακώδη πᾶς ὑπνώδης. ἄκουε, υἱέ, πατρὸς τοῦ γεννήσαντός σε καὶ μὴ καταφρόνει ὅτι γεγήρακέ σου ἡ μήτηρ. ἀλήθειαν κτῆσαι καὶ μὴ ἀπώσῃ σοφίαν καὶ παιδείαν καὶ σύνεσιν. καλῶς ἐκτρέφει πατὴρ δίκαιος, ἐπὶ δὲ υἱῷ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ. εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοί, καὶ χαιρέτω ἡ τεκοῦσά σε. δός μοι, υἱέ, σὴν καρδίαν, οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμὰς ὁδοὺς τηρείτωσαν· πίθος γὰρ τετρημένος ἐστὶν ἀλλότριος οἶκος, καὶ φρέαρ στενὸν ἀλλότριον· οὗτος γὰρ συντόμως ἀπολεῖται, καὶ πᾶς παράνομος ἀναλωθήσεται. τίνι οὐαί; τίνι θόρυβος; τίνι κρίσεις; τίνι δὲ ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διακενῆς; τίνος πελιδνοὶ οἱ ὀφθαλμοί; οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις; οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται; μὴ μεθύσκεσθε ἐν οἴνοις, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις καὶ ὁμιλεῖτε ἐν περιπάτοις· ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου, ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου. τὸ δὲ ἔσχατον ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται, καὶ ὥσπερ ὑπὸ κεράστου διαχεῖται αὐτῷ ὁ ἰός. οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά, καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι. ἐρεῖς δέ· τύπτουσί με καὶ οὐκ ἐπόνεσα, καὶ ἐνέπαιξάν μοι, ἐγὼ δὲ οὐκ ᾔδειν· πότε ὄρθρος ἔσται, ἵνα ἐλθὼν ζητήσω μεθ᾿ ὧν συνελεύσομαι;

Υἱέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας μηδὲ ἐπιθυμήσῃς εἶναι μετ᾿ αὐτῶν· ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ. μετὰ σοφίας οἰκοδομεῖται οἶκος καὶ μετὰ συνέσεως ἀνορθοῦται. μετὰ αἰσθήσεως ἐμπίπλανται ταμιεῖα ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ. κρείσσων σοφὸς ἰσχυροῦ καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου.

Additional Readings for Today:

Daily Readings via Email

Would you like to receive these daily readings via email? Sign up here.