Skip to content. Skip to navigation
Personal tools
Sections

ΤΑΞΙΣ ΕΙΣ ΤΟ ΓΕΝΕΣΘΑΙ ΟΙΚΟΝΟΜΟΥ

Document Actions

Ἐπὶ δὲ ΜΕΓ. ΟΙΚΟΝΟΜΟΥ, λεγέτω τὴν Εὐχὴν ταύτην μεγαλοφώνως: 

ἈρχιερέαΚὐριε ὁ Θεὸς ἡμῶν ὁ πάντα σοφῶς οἰκονομῶν καὶ τῆ κατὰ σάρκα σου Οἰκονομία τὴν σωτηρίαν ἡμῶν ἐργασάμενος ὁτὸνφρόνιμονοἰκονόμον καλῶς οἰκονομήσαντα, ὡς Δεσπότης ἐπαινέσας, εὐλόγησον καὶ τὸν παρόντα δοῦλον σου(τὸν δεῖνα) εἰς Οἰκονόμον καὶ ἐνδυνάμωσον αὐτὸν καὶ ἐνίσχυσον, πρὸς τὸπιστῶς και φρονίμως, καὶ εὐαρέστως σοι οἰκονομεῖν τὰ τῆςἘκκλησίας πράγματά τε καὶ χρήματα ὅπως οὕτω ποιήσας, καὶ οὕτω διακονήσας, ἀξιωθῆτῆς χαρᾶς τῶν τὰ τάλαντα καλῶς διακονησάν των, ἀποφύγηδὲ τὴν φευκτὴνἐν τροπήν τεκαὶ κατάκρισιν τοῦτὸ τάλαντο νὀλιγώρως καταχώσαντος δούλου πονηροῦ.  Εὐχαῖς καὶ πρεσβείαις τῆς Ὑπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου, τοῦ Ἁγίου καὶ Πανευφήμου Ἀποστόλου καὶ γενναίου Μάρτυρος Βαρνάβα καὶ πάντων σου τῶν Ἁγίων.  Ὅτι ἡγίασται καὶ δεδόξασται τὸ πάντιμον κα ὶμεγαλοπρεπὲς ὄνομά σου τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων.  Ἀμήν.