Κυριακή μετά την Χριστοῦ Γἐννησιν
Document Actions
Δεκεμβρίου 30
Tone of the week: Ηχος πλ. α'
Εωθ. Eothinon
Resurrectional Apolytikion in the Plagal of the First Tone
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
Apolytikion in the Second Tone
Εὐαγγελίζου Ἰωσήφ, τῷ Δαυῒδ τὰ θαύματα τῷ Θεοπάτορι· Παρθένον εἶδες κυοφορήσασαν, μετὰ Mάγων προσεκύνησας, μετὰ Ποιμένων ἐδοξολόγησας, δι' Ἀγγέλου χρηματισθείς. Ἱκέτευε Χριστὸν τὸν Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Seasonal Kontakion in the Third Tone
Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῶ ἀπροσίτω προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι. δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.


