Ὅσιος Εὐθύμιος ὁ Μέγας
Document Actions
Ιανουαρίου 20
Tone of the week: Ηχος πλ. δ'
Εωθ. Eothinon
Resurrectional Apolytikion in the Plagal of the Fourth Tone
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.
Apolytikion in the Fourth Tone
Εὐφραίνου ἔρημος ἡ οὐ τίκτουσα, εὐθύμησον ἡ οὐκ ὠδίνουσα, ὅτι ἐπλήθυνέ σοὶ τέκνα, ἀνὴρ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, εὐσεβεία φυτεύσας, ἐγκρατεία ἐκθρέψας, εἰς ἀρετῶν τελειότητα. Ταὶς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεός, εἰρήνευσον τὴν ζωὴν ἡμῶν.
Seasonal Kontakion in the First Tone
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῶ τόκω σου, καὶ χείρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νὺν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.

